Σάββατο 5 Δεκεμβρίου 2009

Μορμολύκειον


Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν μορμολυκείου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη· " Ὢ οἵα κεφαλή, καὶ ἔγκεφαλον οὐκ ἔχει."
Ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ ψυχὴν δὲ ἀλογίστους.

Υ.Γ.
Μορμώ : μυθικό τέρας
Μορμολύκειο : σκιάχτρο